Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.47 Dem. 45.51 (English) >>Dem. 45.54

45.49ἐγὼ γὰρ ἀξιῶ, οὓς μὲν ἀφείλοντό μʼ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δʼ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι. εἰ δʼ ὅταν μὲν τὴν δίκην εἰσίω, τὰς μαρτυρίας μʼ ἐλέγχειν ἀξιώσουσιν, ὅταν δὲ ταύταις ἐπεξίω, περὶ τῶν ἐξ ἀρχῆς ἐγκλημάτων λέγειν με κελεύσουσιν, οὔτε δίκαιʼ οὔθʼ ὑμῖν συμφέροντʼ ἐροῦσιν. 45.50δικάσειν γὰρ ὀμωμόκαθʼ ὑμεῖς οὐ περὶ ὧν ἂν φεύγων ἀξιοῖ, ἀλλʼ ὑπὲρ αὐτῶν ὧν ἂν δίωξις . ταύτην δʼ ἀνάγκη τῇ τοῦ διώκοντος λήξει δηλοῦσθαι, ἣν ἐγὼ τούτῳ ψευδομαρτυρίων εἴληχα. μὴ δὴ τοῦτʼ ἀφεὶς περὶ ὧν οὐκ ἀγωνίζεται λεγέτω· μηδʼ ὑμεῖς ἐᾶτε, ἂν ἄρʼ οὗτος ἀναισχυντῇ.

45.51οἴομαι τοίνυν αὐτὸν οὐδὲν οὐδαμῇ δίκαιον ἔχοντα λέγειν ἥξειν καὶ ἐπὶ τοῦτο, ὡς ἄτοπον ποιῶ, παραγραφὴν ἡττημένος, τοὺς διαθήκην μαρτυρήσαντας διώκων, καὶ τοὺς δικαστὰς τοὺς τότε φήσειν διὰ τοὺς ἀφεῖναι μεμαρτυρηκότας ἀποψηφίσασθαι μᾶλλον διὰ τοὺς διαθήκην μαρτυρήσαντας. ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, νομίζω πάντας ὑμᾶς εἰδέναι, ὅτι οὐχ ἧττον τὰ πεπραγμένʼ εἰώθατε σκοπεῖν τὰς ὑπὲρ τούτων παραγραφάς· περὶ δὴ τῶν πραγμάτων αὐτῶν τὰ ψευδῆ καταμαρτυρήσαντες οὗτοί μου, ἀσθενεῖς τοὺς περὶ τῆς παραγραφῆς ἐποίησαν λόγους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.47 Dem. 45.51 (English) >>Dem. 45.54

Powered by PhiloLogic